Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 54.36 | Dem. 54.39 (English) | >>Dem. 54.42 |
54.38ὃ τοίνυν πάντων ἀναιδέστατον μέλλειν αὐτὸν ἀκούω ποιεῖν , βέλτιον νομίζω προειπεῖν ὑμῖν εἶναι . φασὶ γὰρ παραστησάμενον τοὺς παῖδας αὐτὸν κατὰ τούτων ὀμεῖσθαι , καὶ ἀράς τινας δεινὰς καὶ χαλεπὰς ἐπαράσεσθαι καὶ τοιαύτας οἵας ἀκηκοώς γέ τις θαυμάσας ἀπήγγελλεν ἡμῖν . ἔστι δʼ , ὦ ἄνδρες δικασταί , ἀνυπόστατα μὲν τὰ τοιαῦτα τολμήματα · οἱ γὰρ οἶμαι βέλτιστοι καὶ ἥκιστʼ ἂν αὐτοί τι ψευσάμενοι μάλισθʼ ὑπὸ τῶν τοιούτων ἐξαπατῶνται · οὐ μὴν ἀλλὰ δεῖ πρὸς τὸν βίον καὶ τὸν τρόπον ἀποβλέποντας πιστεύειν .
54.39τὴν δὲ τούτου πρὸς τὰ τοιαῦτʼ ὀλιγωρίαν ἐγὼ πρὸς ὑμᾶς ἐρῶ · πέπυσμαι γὰρ ἐξ ἀνάγκης . ἀκούω γάρ , ὦ ἄνδρες δικασταί , Βάκχιόν τέ τινα , ὃς παρʼ ὑμῖν ἀπέθανε , καὶ Ἀριστοκράτην τὸν τοὺς ὀφθαλμοὺς διεφθαρμένον καὶ τοιούτους ἑτέρους καὶ Κόνωνα τουτονὶ ἑταίρους εἶναι μειράκιʼ ὄντας καὶ Τριβαλλοὺς ἐπωνυμίαν ἔχειν · τούτους τά θʼ Ἑκαταῖα κατεσθίειν , καὶ τοὺς ὄρχεις τοὺς ἐκ τῶν χοίρων , οἷς καθαίρουσιν ὅταν εἰσιέναι μέλλωσιν , συλλέγοντας ἑκάστοτε συνδειπνεῖν ἀλλήλοις , καὶ ῥᾷον ὀμνύναι καὶ ἐπιορκεῖν ἢ ὁτιοῦν .
54.40οὐ δὴ Κόνων ὁ τοιοῦτος πιστός ἐστιν ὀμνύων , οὐδὲ πολλοῦ δεῖ , ἀλλʼ ὁ μηδʼ εὔορκον <ἑκὼν > μηδὲν ἂν ὀμόσας , κατὰ δὲ δὴ παίδων ὧν μὴ νομίζετε μηδʼ ἂν μελλήσας , ἀλλὰ κἂν ὁτιοῦν παθὼν πρότερον , εἰ δʼ ἄρʼ ἀναγκαῖον , ὀμνύων ὡς νόμιμον , <κατʼ ἐξωλείας αὑτοῦ καὶ γένους καὶ οἰκίας >, ἀξιοπιστότερος τοῦ κατὰ τῶν παίδων ὀμνύοντος καὶ διὰ τοῦ πυρός . ἐγὼ τοίνυν ὁ δικαιότερόν σου πιστευθεὶς ἂν κατὰ πάντʼ , ὦ Κόνων , ἠθέλησʼ ὀμόσαι ταυτί , οὐχ ὑπὲρ τοῦ μὴ δοῦναι δίκην ὧν ἠδίκηκα , καὶ ὁτιοῦν ποιῶν , ὥσπερ σύ , ἀλλʼ ὑπὲρ τῆς ἀληθείας καὶ ὑπὲρ τοῦ μὴ προσυβρισθῆναι , ὡς οὐ κατεπιορκησόμενος τὸ πρᾶγμα . λέγε τὴν πρόκλησιν .
Πρόκλησις
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 54.36 | Dem. 54.39 (English) | >>Dem. 54.42 |